ΨΑΛΜΟΙ-4

(Septuaginta LXX(OT)&Antoniades P E (NT))

切换到福音影视网-新版圣经

  • 1 [Εἰς τὸ τέλος, ἐν ψαλμοῖς· ᾠδὴ τῷ Δαυΐδ.]
  • 2 ΕΝ τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου· ἐν θλίψει ἐπλάτυνάς με. οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου.
  • 3 υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; (διάψαλμα).
  • 4 καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ· Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
  • 5 ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. (διάψαλμα).
  • 6 θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ Κύριον.
  • 7 πολλοὶ λέγουσι· τίς δείξει ἡμῖν τὰ ἀγαθά; Ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.
  • 8 ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.
  • 9 ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατῴκισάς με.
回到本卷目录 回到本版本目录 回到首页