ΨΑΛΜΟΙ-35

(Septuaginta LXX(OT)&Antoniades P E (NT))

切换到福音影视网-新版圣经

  • 1 [Εἰς τὸ τέλος· τῷ δούλῳ Κυρίου τῷ Δαυΐδ.]
  • 2 ΦΗΣΙΝ ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ, οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ·
  • 3 ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι.
  • 4 τὰ ρήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος, οὐκ ἠβουλήθη συνιέναι τοῦ ἀγαθῦναι·
  • 5 ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ, παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ, κακίᾳ δὲ οὐ προσώχθισε.
  • 6 Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν·
  • 7 ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ, τὰ κρίματά σου ὡσεὶ ἄβυσσος πολλή· ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε.
  • 8 ὡς ἐπλήθυνας τὸ ἔλεός σου, ὁ Θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι.
  • 9 μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς·
  • 10 ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
  • 11 παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ.
  • 12 μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλοῦ μὴ σαλεύσαι με.
  • 13 ἐκεῖ ἔπεσον πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐξώσθησαν καὶ οὐ μὴ δύνωνται στῆναι.
回到本卷目录 回到本版本目录 回到首页