1
[Ἀλληλούϊα.] ΗΓΑΠΗΣΑ, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου,2
ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.3
περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλῖψιν καὶ ὀδύνην εὗρον,4
καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην· ὦ Κύριε, ρῦσαι τὴν ψυχήν μου.5
ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.6
φυλάσσων τὰ νήπια ὁ Κύριος· ἐταπεινώθην, καὶ ἔσωσέ με.7
ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε,8
ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.9
εὐαρεστήσω ἐνώπιον Κυρίου, ἐν χώρᾳ ζώντων.