ΙΩΒ-35

(Septuaginta LXX(OT)&Antoniades P E (NT))

切换到福音影视网-新版圣经

  • 1 ΥΠΟΛΑΒΩΝ δὲ Ἐλιοὺς λέγει·
  • 2 τί τοῦτο ἡγήσω ἐν κρίσει; σὺ τίς εἶ ὅτι εἶπας· δίκαιός εἰμι ἔναντι Κυρίου;
  • 3 ἐγώ σοι δώσω ἀπόκρισιν καὶ τοῖς τρισὶ φίλοις σου.
  • 4 ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ, κατάμαθε δὲ νέφη ὡς ὑψηλὰ ἀπὸ σοῦ.
  • 5 εἰ ἥμαρτες, τί πράξεις; εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δύνασαι ποιῆσαι;
  • 6 -
  • 7 ἐπεὶ δὲ οὖν δικαιος εἶ, τί δώσεις αὐτῷ; ἢ τί ἐκ χειρός σου λήψεται;
  • 8 ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου, καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου.
  • 9 ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, βοήσονται ἀπὸ βραχίονος πολλῶν.
  • 10 καὶ οὐκ εἶπε· ποῦ ἐστιν ὁ Θεὸς ὁ ποιήσας με, ὁ κατατάσσων φυλακὰς νυκτερινάς,
  • 11 ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς, ἀπὸ δὲ πετεινῶν οὐρανοῦ;
  • 12 ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃ καὶ ἀπὸ ὕβρεως πονηρῶν.
  • 13 ἄτοπα γὰρ οὐ βούλεται ἰδεῖν ὁ Κύριος, αὐτὸς γὰρ ὁ Παντοκράτωρ
  • 14 ὁρατής ἐστι τῶν συντελούντων τὰ ἄνομα καὶ σώσει με. κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αὐτὸν αἰνέσαι, ὥς ἐστι.
  • 15 καὶ νῦν ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος ὀργὴν αὐτοῦ, καὶ οὐκ ἔγνω παράπτωμά τι σφόδρα·
  • 16 καὶ Ἰὼβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ, ἐν ἀγνωσίᾳ ρήματα βαρύνει.
回到本卷目录 回到本版本目录 回到首页