ΕΣΔΡΑΣ-2

(Septuaginta LXX(OT)&Antoniades P E (NT))

切换到福音影视网-新版圣经

  • 1 ΚΑΙ οὗτοι οἱ υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἀποικίας, ἧς ἀπῴκισε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα, καὶ ἐπέστρεψεν εἰς Ἱερουσαλὴμ καὶ Ἰούδα ἀνὴρ εἰς πόλιν αὐτοῦ,
  • 2 οἳ ἦλθον μετὰ Ζοροβάβελ· Ἰησοῦς, Νεεμίας, Σαραΐας, Ρεελίας, Μαρδοχαῖος, Βαλασάν, Μασφάρ, Βαγουαί, Ρεούμ, Βαανά, ἀνδρῶν ἀριθμὸς λαοῦ Ἰσραήλ·
  • 3 υἱοὶ Φαρὲς δισχίλιοι ἑκατὸν ἑβδομηκονταδύο·
  • 4 υἱοὶ Σαφατία τριακόσιοι ἑβδομηκονταπέντε·
  • 5 υἱοὶ Ἄρες ἑπτακόσιοι ἑβδομηκονταπέντε·
  • 6 υἱοὶ Φαὰθ Μωὰβ τοῖς υἱοῖς Ἰησουὲ Ἰωὰβ δισχίλιοι ὀκτακόσιοι δεκαδύο·
  • 7 υἱοὶ Αἰλὰμ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες·
  • 8 υἱοὶ Ζατθουὰ ἐνακόσιοι τεσσαρακονταπέντε·
  • 9 υἱοὶ Ζακχοὺ ἑπτακόσιοι ἑξήκοντα·
  • 10 υἱοὶ Βανουὶ ἑξακόσιοι τεσσαρακονταδύο·
  • 11 υἱοὶ Βαβαΐ ἑξακόσιοι εἰκοσιτρεῖς·
  • 12 υἱοὶ Ἀσγὰδ χίλιοι διακόσιοι εἰκοσιδύο·
  • 13 υἱοὶ Ἀδωνικὰμ ἑξακόσιοι ἑξηκονταέξ·
  • 14 υἱοὶ Βαγουὲ δισχίλιοι πεντηκονταέξ·
  • 15 υἱοὶ Ἀδδὶν τετρακόσιοι πεντηκοντατέσσαρες·
  • 16 υἱοὶ Ἀτὴρ τῷ Ἐζεκίᾳ ἐνενηκονταοκτώ·
  • 17 υἱοὶ Βασσοῦ τριακόσιοι εἰκοσιτρεῖς·
  • 18 υἱοὶ Ἰωρὰ ἑκατὸν δεκαδύο·
  • 19 υἱοὶ Ἀσοὺμ διακόσιοι εἰκοσιτρεῖς·
  • 20 υἱοὶ Γαβὲρ ἐνενηκονταπέντε·
  • 21 υἱοὶ Βεθλαὲμ ἑκατὸν εἰκοσιτρεῖς·
  • 22 υἱοὶ Νετωφὰ πεντηκονταέξ·
  • 23 υἱοὶ Ἀναθὼθ ἑκατὸν εἰκοσιοκτώ·
  • 24 υἱοὶ Ἀζμὼθ τεσσαρακοντατρεῖς·
  • 25 υἱοὶ Καριαθιαρὶμ Χαφιρὰ καὶ Βηρὼθ ἑπτακόσιοι τεσσαρακοντατρεῖς·
  • 26 υἱοὶ τῆς Ραμὰ καὶ Γαβαὰ ἑξακόσιοι εἰκοσιεῖς·
  • 27 ἄνδρες Μαχμὰς ἑκατὸν εἰκοσιδύο·
  • 28 ἄνδρες Βαιθὴλ καὶ Ἀϊὰ τετρακόσιοι εἰκοσιτρεῖς·
  • 29 υἱοὶ Ναβοὺ πεντηκονταδύο·
  • 30 υἱοὶ Μαγεβὶς ἑκατὸν πεντηκονταέξ·
  • 31 υἱοὶ Ἠλαμὰρ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες·
  • 32 υἱοὶ Ἠλὰμ τριακόσιοι εἴκοσιν·
  • 33 υἱοὶ Λοδαδὶ καὶ Ὠνὼ ἑπτακόσιοι εἰκοσιπέντε·
  • 34 υἱοὶ Ἱεριχὼ τριακόσιοι τεσσαρακονταπέντε·
  • 35 υἱοὶ Σεναὰ τρισχίλιοι ἑξακόσιοι τριάκοντα·
  • 36 καὶ οἱ ἱερεῖς υἱοὶ Ἰεδουὰ τῷ οἴκῳ Ἰησοῖ ἐνακόσιοι ἑβδομηκοντατρεῖς·
  • 37 υἱοὶ Ἐμμὴρ χίλιοι πεντηκονταδύο·
  • 38 υἱοὶ Φασσοὺρ χίλιοι διακόσιοι τεσσαρακονταεπτά·
  • 39 υἱοὶ Ἠρὲμ χίλιοι ἑπτά·
  • 40 καὶ οἱ Λευῖται υἱοὶ Ἰησοῦ καὶ Καδμιὴλ τοῖς υἱοῖς Ὠδουΐα ἑβδομηκοντατέσσαρες·
  • 41 οἱ ᾄδοντες υἱοὶ Ἀνασὰφ ἑκατὸν εἰκοσιοκτώ·
  • 42 υἱοὶ τῶν πυλωρῶν υἱοὶ Σελλούμ, υἱοὶ Ἀτήρ, υἱοὶ Τελμών, υἱοὶ Ἀκούβ, υἱοὶ Ἀτιτά, υἱοὶ Σωβαΐ, οἱ πάντες ἑκατὸν τριακονταεννέα·
  • 43 οἱ Ναθινίμ, υἱοὶ Σουθία, υἱοὶ Ἀσουφά, υἱοὶ Ταβαώθ,
  • 44 υἱοὶ Κάδης, υἱοὶ Σιαά, υἱοὶ Φαδών,
  • 45 υἱοὶ Λαβανώ, υἱοὶ Ἀγαβά, υἱοὶ Ἀκούβ,
  • 46 υἱοὶ Ἀγάβ, υἱοὶ Σελαμί, υἱοὶ Ἀνάν,
  • 47 υἱοὶ Γεδδήλ, υἱοὶ Γαάρ, υἱοὶ Ραϊά,
  • 48 υἱοὶ Ρασών, υἱοὶ Νεκωδά, υἱοὶ Γαζέμ,
  • 49 υἱοὶ Ἀζώ, υἱοὶ Φασή, υἱοὶ Βασί,
  • 50 υἱοὶ Ἀσενά, υἱοὶ Μοουνίμ, υἱοὶ Νεφουσίμ,
  • 51 υἱοὶ Βακβούκ, υἱοὶ Ἀκουφά, υἱοὶ Ἀρούρ,
  • 52 υἱοὶ Βασαλώθ, υἱοὶ Μαουδά, υἱοὶ Ἀρσά,
  • 53 υἱοὶ Βαρκός, υἱοὶ Σισάρα, υἱοὶ Θεμά,
  • 54 υἱοὶ Νασθιέ, υἱοὶ Ἀτουφά,
  • 55 υἱοὶ δούλων Σαλωμών, υἱοὶ Σωταΐ, υἱοὶ Σεφηρά, υἱοὶ Φαδουρά,
  • 56 υἱοὶ Ἰεηλά, υἱοὶ Δαρκών, υἱοὶ Γεδήλ,
  • 57 υἱοὶ Σαφατία, υἱοὶ Ἀτίλ, υἱοὶ Φαχεράθ, υἱοὶ Ἀσεβωείμ, υἱοὶ Ἡμεΐ·
  • 58 πάντες οἱ Ναθανὶμ καὶ υἱοὶ Ἀβδησελμὰ τριακόσιοι ἐνενηκονταδύο.
  • 59 καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ Θελμελέχ, Θελαρησά, Χερούβ, Ἡδάν, Ἐμμήρ καὶ οὐκ ἐδυνάσθησαν τοῦ ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐξ Ἱσραήλ εἰσιν·
  • 60 υἱοὶ Δαλαΐα, υἱοὶ Βουά, υἱοὶ Τωβίου, υἱοὶ Νεκωδά, ἑξακόσιοι πεντηκονταδύο·
  • 61 καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων υἱοὶ Λαβεία, υἱοὶ Ἀκκούς, υἱοὶ Βερζελλαΐ, ὃς ἔλαβεν ἀπὸ τῶν θυγατέρων Βερζελλαΐ τοῦ Γαλααδίτου γυναῖκα, καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτῶν·
  • 62 οὗτοι, ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσίμ, καὶ οὐχ εὑρέθησαν, καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας·
  • 63 καὶ εἶπεν Ἀθερσασθὰ αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσι καὶ τοῖς τελείοις.
  • 64 πᾶσα δὲ ἡ ἐκκλησία ὁμοῦ ὡσεὶ τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα,
  • 65 χωρὶς δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριακοντεπτά· καὶ οὗτοι ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι·
  • 66 ἵπποι αὐτῶν ἑπτακόσιοι τριακονταέξ, ἡμίονοι αὐτῶν διακόσιοι τεσσαρακονταπέντε,
  • 67 κάμηλοι αὐτῶν τετρακόσιοι τριακονταπέντε, ὄνοι αὐτῶν ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι.
  • 68 καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς οἶκον Κυρίου τὸν ἐν Ἱερουσαλὴμ ἡκουσιάσαντο εἰς οἶκον τοῦ Θεοῦ τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ·
  • 69 ὡς ἡ δύναμις αὐτῶν, ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν, μναῖ ἓξ μυριάδες καὶ χίλιαι, καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας, καὶ κόθωνοι τῶν ἱερέων ἑκατόν.
回到本卷目录 回到本版本目录 回到首页