ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α-8

(Septuaginta LXX(OT)&Antoniades P E (NT))

切换到福音影视网-新版圣经

  • 1 ΚΑΙ Βενιαμὶν ἐγέννησε Βαλὲ πρωτότοκον αὐτοῦ καὶ Ἀσβὴλ τὸν δεύτερον, Ἀαρὰ τὸν τρίτον,
  • 2 Νωὰ τὸν τέταρτον καὶ Ραφὴ τὸν πέμπτον.
  • 3 καὶ ἦσαν υἱοὶ τῷ Βαλέ· Ἀδὶρ καὶ Γηρὰ καὶ Ἀβιοὺδ
  • 4 καὶ Ἀβισουὲ καὶ Νοαμὰ καὶ Ἀχιὰ
  • 5 καὶ Γηρὰ καὶ Σεφουφὰμ καὶ Οὐράμ.
  • 6 οὗτοι υἱοὶ Ἀώδ· οὗτοί εἰσιν ἄρχοντες πατριῶν τοῖς κατοικοῦσι Γαβεέ, καὶ μετῴκισαν αὐτοὺς εἰς Μαναχαθί·
  • 7 καὶ Νοομὰ καὶ Ἀχιὰ καὶ Γηρά· οὗτος Ἰεγλαὰμ καὶ ἐγέννησε τὸν Ἀζὰ καὶ τὸν Ἰαχιχώ.
  • 8 καὶ Σααρὶν ἐγέννησεν ἐν τῷ πεδίῳ Μωὰβ μετὰ τὸ ἀποστεῖλαι αὐτὸν Ὡσὶν καὶ τὴν Βααδὰ γυναῖκα αὐτοῦ.
  • 9 καὶ ἐγέννησεν ἐκ τῆς Ἀδὰ γυναικὸς αὐτοῦ τὸν Ἰωβὰβ καὶ τὸν Σεβιὰ καὶ τὸν Μισὰ καὶ τὸν Μελχὰμ
  • 10 καὶ τὸν Ἰαὼς καὶ τὸν Σαβιὰ καὶ τὸν Μαρμά· οὗτοι ἄρχοντες τῶν πατριῶν.
  • 11 καὶ ἐκ τῆς Ὡσὶν ἐγέννησε τὸν Ἀβιτὼλ καὶ τὸν Ἀλφαάλ.
  • 12 καὶ υἱοὶ Ἀλφαάλ· Ὠβήδ, Μισαάλ, Σεμμήρ· οὗτος ᾠκοδόμησε τὴν Ὠνὼ καὶ τὴν Λὼδ καὶ τὰς κώμας αὐτῆς·
  • 13 καὶ Βεριὰ καὶ Σαμά. οὗτοι ἄρχοντες πατριῶν τοῖς κατοικοῦσιν Αἰλάμ, καὶ οὗτοι ἐξεδίωξαν τοὺς κατοικοῦντας Γέθ.
  • 14 καὶ ἀδελφὸς αὐτοῦ Σωσὴκ καὶ Ἀριμὼθ
  • 15 καὶ Ζαβαδία, καὶ Ὠρὴδ καὶ Ἔδερ
  • 16 καὶ Μιχαὴλ καὶ Ἰεσφὰ καὶ Ἰωδά, υἱοὶ Βεριά.
  • 17 καὶ Ζαβαδία καὶ Μοσολλὰμ καὶ Ἀζακὶ καὶ Ἀβὰρ
  • 18 καὶ Ἰσαμαρὶ καὶ Ἰεζλίας καὶ Ἰωβάβ, υἱοὶ Ἐλφαάλ.
  • 19 καὶ Ἰακὶμ καὶ Ζαχρὶ καὶ Ζαβδὶ
  • 20 καὶ Ἐλιωναΐ καὶ Σαλαθὶ καὶ Ἐλιηλὶ
  • 21 καὶ Ἀδαΐα καὶ Βαραΐα καὶ Σαμαράθ, υἱοὶ Σαμαΐθ.
  • 22 καὶ Ἰεσφὰν καὶ Ὠβὴδ καὶ Ἐλεὴλ
  • 23 καὶ Ἀβδιὼν καὶ Ζεχρὶ καὶ Ἀνὰν
  • 24 καὶ Ἀνανία καὶ Ἀμβρὶ καὶ Αἰλὰμ καὶ Ἀναθὼθ
  • 25 καὶ Ἰαθὶν καὶ Ἰεφαδίας καὶ Φανουήλ, υἱοὶ Σωσήκ,
  • 26 καὶ Σαμσαρὶ καὶ Σααρίας καὶ Γοθολία
  • 27 καὶ Ἰαρασία καὶ Ἐριὰ καὶ Ζεχρί, υἱοὶ Ἱεροάμ.
  • 28 οὗτοι ἄρχοντες πατριῶν κατὰ γενέσεις αὐτῶν ἄρχοντες· οὗτοι κατῴκησαν ἐν Ἱερουσαλήμ·
  • 29 καὶ ἐν Γαβαὼν κατῴκησε πατὴρ Γαβαών, καὶ ὄνομα γυναικὶ αὐτοῦ Μααχά.
  • 30 καὶ ὁ υἱὸς αὐτῆς ὁ πρωτότοκος Ἀβαδὼν καὶ Σοὺρ καὶ Κὶς καὶ Βαὰλ καὶ Νὴρ καὶ Ναδὰβ
  • 31 καὶ Γεδοὺρ καὶ ἀδελφὸς αὐτοῦ καὶ Ζακχοὺρ καὶ Μακελώθ·
  • 32 καὶ Μακελὼθ ἐγέννησε τὸν Σαμαά· καὶ γὰρ οὗτοι κατέναντι τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ἱερουσαλὴμ μετὰ τῶν ἀδελφῶν αὐτῶν.
  • 33 καὶ Νὴρ ἐγέννησε τὸν Κίς, καὶ Κὶς ἐγέννησε τὸν Σαούλ, καὶ Σαοὺλ ἐγέννησε τὸν Ἰωνάθαν καὶ τὸν Μελχισουὲ καὶ τὸν Ἀμιναδὰβ καὶ τὸν Ἀσαβάλ.
  • 34 καὶ υἱὸς Ἰωνάθαν Μεριβαάλ. καὶ ὁ Μεριβαὰλ ἐγέννησε τὸν Μιχά.
  • 35 καὶ υἱοὶ Μιχά· Φίθων καὶ Μελὰχ καὶ Θαρὰχ καὶ Ἀχάζ.
  • 36 καὶ Ἀχὰζ ἐγέννησε τὸν Ἰαδά, καὶ Ἰαδὰ ἐγέννησε τὸν Σαλαιμὰθ καὶ τὸν Ἀσμὼθ καὶ τὸν Ζαμβρί, καὶ Ζαμβρὶ ἐγέννησε τὸν Μαισά,
  • 37 καὶ Μαισὰ ἐγέννησε τὸν Βαανά· Ραφαΐα υἱὸς αὐτοῦ, Ἐλασὰ υἱὸς αὐτοῦ, Ἐσὴλ υἱὸς αὐτοῦ.
  • 38 καὶ τῷ Ἐσὴλ ἓξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐζρικὰμ πρωτότοκος αὐτοῦ καὶ Ἰσμαὴλ καὶ Σαραΐα καὶ Ἀβδία καὶ Ἀνὰν καὶ Ἀσά· πάντες οὗτοι υἱοὶ Ἐσήλ.
  • 39 καὶ υἱοὶ Ἀσήλ ἀδελφοῦ αὐτοῦ· Αἰλὰμ πρωτότοκος αὐτοῦ καὶ Ἰὰς ὁ δεύτερος καὶ Ἐλιφαλὲτ ὁ τρίτος.
  • 40 καὶ ἦσαν υἱοὶ Αἰλὰμ ἰσχυροὶ ἄνδρες δυνάμει, τείνοντες τόξον καὶ πληθύνοντες υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν, ἑκατὸν πεντήκοντα. πάντες οὗτοι ἐξ υἱῶν Βενιαμίν.
回到本卷目录 回到本版本目录 回到首页